Ancient Greek
11.8.2 to 11.8.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.8.2-3
Not analysed yet
Γενναδίου. Ἢ “πνεῦμα κατανύξεως,” ἀντὶ τοῦ προαίρεσιν βαρυτάτην, δεομένην μετανοίας καὶ διορθώσεως. Θεοδώρου Μονάχου. Ἤ “ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα “κατανύξεως,” ὥστε κατανύσσεσθαι πρὸς εὐσέβειαν, ἀλλ’ ὅμως οὐδὲν ὠφελήθησαν ἐκ τούτου. οὔτε γὰρ αὐτοὶ ὁρῶσιν, οὔτε ἄλλοι ἀκούσουσιν, ἀλλὰ μόνον κατανύσσονται, οὐκ ἐπιστρέφουσι δέ. διὸ καὶ ἄνω εἶπε, “μαρτυρῶ γὰρ αὐτοῖς ὅτι ζῆλον Θεοῦ ἔχουσιν, ἀλλ’ “οὐ κατ’ ἐπίγνωσιν.”