Ancient Greek
Chapter 11, Verse 9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.9.1
Not analysed yet
Κυρίλλου. Παρακομίζει πρὸς ἀπόδειξιν ὧν εἶπε καὶ γράμμα προφητικὸν, οὐχ ἑνὸς ἀλλὰ δύο προφητῶν, πρὸς σύστασιν, “ἵνα “ἐπὶ στόματος δύο καὶ τριῶν μαρτύρων σταθῇ πᾶν ῥῆμα. ἐπά- ρατος δὲ μάλα ὀρθῶς γέγονεν αὐτῶν ἡ τράπεζα. τουτέστιν, ἡ κακοξενία καὶ ἡ ὠμότης, ἣν ἐπὶ Χριστῷ πεποίηνται, κατὰ τὸν τοῦ σταυροῦσθαι καιρόν. δεδιψηκότι γὰρ αὐτῷ προσεκόμισαν ὄξος, χολῇ συμμιγές. διὰ τοῦτο καὶ ἐσκοτώθησαν τὸν νοῦν, καὶ κάτω κεκύφασι, μόνα φανταζόμενοι τὰ ἐπὶ γῆς.