Ancient Greek
11.9.2 to 11.9.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 11.9.2-3
Not analysed yet
Θεοδώρου Μονάχου. Ἐκ δὲ τῶν εἰρημένων τῷ Δαβὶδ, μόνον, τὸ, “σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν,” ἁρμόζει εἰς τὸ προκείμενον. εἰ καὶ ὁλόκληρον παρήγαγε περικοπήν. τοῦτο γὰρ πωρώσεως ἴδιον. Οίκουμενίου. Πλὴν σκόπει, ὅτι τὸ αὐθαιρέτως μέλλον παρ’ αὐτῶν γίνεσθαι, ὡς ἐν κατάρας λέγει μέρει· ἐπειδὴ γὰρ οὐκ ἠβουλήθησαν, λήθησαν, φησὶν, τὸν ἥλιον τῆς δικαιοσύνης ἰδεῖν, μὴ ἴδοιεν. τὸ μέντοι συγκαμφθῆναι δηλοῖ, τὸ μέλλειν αὐτοὺς ὑπὸ Ῥωμαίους γενέσθαι. τὸ δὲ διὰ παντὸς, ὡς οὐδέ ποτε ἐλευθερωθεῖεν.