Ancient Greek
Chapter 12, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.10.8
Not analysed yet
Θεοδωρήτου. Ὁ τοίνυν τῷ Πνεύματι ζέων, καὶ προθύμως τῷ δεσπότῃ δουλεύει, καὶ προσμένει τῶν ἐλπιζομένων ἀγαθῶν τὴν ἀπόλαυσιν, καὶ τῶν προσπιπτόντων περιγίνεται πειρασμῶν· ταῖς τούτων προσβολαῖς, τὴν ὑπομονὴν ἀντιτάττων, καὶ τὴν θείαν χάριν διηνεκῶς εἰς συμμαχίαν καλῶν. τοῦτο γὰρ εἶπε “τῇ προσευχῇ “προσκαρτεροῦντες.” τουτέστι, διηνεκῶς τοῦτο δρῶντες. Ταῖς χρείαις τῶν ἁγίων κοινωνοῦντες· τὴν φιλοξενίαν διώκοντες.