Ancient Greek
Chapter 12, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.10.9
Not analysed yet
Χρυσοστόμου. Πάλιν τῆς ἐλεημοσύνης ἐπιλαμβάνεται. μᾶλλον δὲ οὐχ ἁπλῶς ἐλεημοσύνης, ἀλλὰ τῆς εἰς τοὺς ἁγίους. ἄνω μὲν γὰρ εἰπὼν “ὁ ἐλεῶν, ἐν ἱλαρότητι, πᾶσι τὴν χρείαν ἀνέῳξεν. ἐνταῦθα μέντοι ὑπὲρ τῶν ἁγίων φησίν. καὶ οὐκ εἰκε παρέχετε αὐτοῖς τὰς χρείας, ἀλλὰ κοινωνεῖτε αὐτῶν ταῖς χρείαις. δεικνὺς, ὅτι μείζονα λαμβάνουσιν, ἣ διδόασι. καὶ ὅτι εὐπορία τὸ πρᾶγμα ἐστίν. εἰσφέρεις σὺ χρήματα, εἰσφέρουσι σοι παρρησίαν τὴν πρὸς ’τον Θέον ἐκεῖνοι.