Ancient Greek
Chapter 12, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.19.1
Not analysed yet
Χρυσοστόμου. Ποῖα ὀργῇ διδόναι τόπον λέγει; τῇ τοῦ Θεοῦ. ἐπειδὴ γὰρ τοῦτο μάλιστα ἐπιθυμεῖ ἰδεῖν ὁ ἀδικηθεὶς ἐκδικίας ἑαυτὸν ἀπολαύοντα, τοῦτο αὐτῷ μετὰ πολλῆς δίδωσι τῆς περιουσίας. ἃν γὰρ αὐτὸς μὴ ἀμύνῃ φησὶν, ὁ Θεὸς ἔσται τιμωρός. συγχώρησον οὖν αὐτῷ ἐπεξελθεῖν. τοῦτο γὰρ ἐστὶ, “δότε τόπον τῇ “ὁργῇ.” εἰτα παραμυθούμενος ἐπὶ πλέον, καὶ τὴν ἁμαρτίαν εἰσήγαγε. καὶ ταύτῃ μειζόνως αὐτὸν ἀνακτησάμενος, πλείονα αὐτὸν ἀπαιτεῖ τὴν φιλοσοφίαν, λέγων, “ἐὰν οὖν πεινᾶ ὁ ἐχθρός σου.” τί γὰρ λέγω φησίν; ὅτι εἰρηνεύειν δεῖ; καὶ γὰρ καὶ εὐεργετεῖν ἐπιτάττω. ψώμιζε γὰρ αὐτὸν, καὶ πότιζε αὐτὸν, φησίν. εἶτα ἐπειδὴ σφόδρα ἐπίπονον ἐπέταξε καὶ μέγα, ἐπήγαγε, “τοῦτο γὰρ ποιῶν, “ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ.” ταῦτα δὲ ἔλεγε, κἀκεῖνον καταστέλλων τῷ φόβῳ, καὶ τοῦτον προθυμότερον ποιῶν τῇ ἐλπίδι τῆς ἀντιδόσεως. ὁ γὰρ ἠδικημένος ὅταν ἀσθενὴς ᾖ, οὐχ οὐτῶ κατέχεται τοῖς οἰκείοις ἀγαθοῖς, ὡς τῇ τιμωρίᾳ του λελυπηκότ’ ὃς αὐτόν. οὐδὲν γὰρ οὕτως ἡδὺ ὡς ἐχθρὸν κολαζόμενον ἰδεῖν.