Ancient Greek
Chapter 12, Verse 19
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.19.2
Not analysed yet
Θεοδωρήτου. Εἰδέναι μέντοι χρὴ ὡς οὐκ ἐπὶ τούτῳ θεραμεύειν προσήκει τοὺς δυσμενεῖς, ἵνα μείζους ἐκεῖνοι τίσωσι δίκας. ὁ γὰρ θεῖος Ἀπόστολος ταῦτα προσέθηκε, σβέσαι τοῦ ἀδικουμένου βουλόμενος τὸν θυμόν· οὐ τῷ ἀγαθῷ τὸ κακὸν αὐξῆσαι πειρώμενος. Ἐκ Τῶν Ασκητικῶν. Εἴποι δ᾿ ἄν τις ὅτι τὸ, “δότε τόπον “τῇ ὀργῇ ἐστὶν, ἤτοι τὸ μὴ ἀντιστῆναι τῷ πονηρῷ, καθὼς γέγραπται, “ἀλλὰ καὶ τῷ τύπτοντι σε ἐπὶ τὴν δεξιὰν σιαγόνα, “στρέψον αὐτῷ καὶ τὴν ἄλλην,” καὶ τὰ ἑξῆς. ἣ τὸ, “ὅταν διώ- “κωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην.” Εκ Τῶν Αὐτῶν. τίς δὲ ὁ ἐχθρὸς ὃν ἀγαπᾶν προσταττόμεθα; καὶ πῶς ἀγαπήσομεν αὐτόν; ἐχθροῦ ἴδιον τὸ βλάπτειν καὶ ἐπιβουλεύειν. πᾶς οὖν ὁ ὁπωσδήποτε βλάπτων τινὰ, ἐχθρὸς ἃν λέγοιτο. ἐξαιρέτως δὲ, ὁ ἁμαρτάνων. τὸ γὰρ ὅσον ἐφ’ ἑαυτῷ βλάπτει κατὰ διαφόρους τρόπους, καὶ ἐπιβουλεύει τῷ συνόντι ἣ συντυγχάνοντι. ἐπειδὴ δὲ ἐκ σώματος καὶ ψυχὴ συνέστηκεν ὁ ἄνθρωπος, κατὰ μὲν τὴν ψυχὴν, ἀγαπήσομεν τοὺς τοιούτους, ἐλέγχοντες, νουθετοῦντες, καὶ παντὶ τρόπῳ εἰς ἐπιστροφὴν ἄγοντες. κατὰ δὲ τὸ σῶμα, εὐεργετοῦντες αὐτοὺς, ἐπιδεομένους τῶν πρὸς τὴν ζωὴν ἀναγκαίων.