Ancient Greek
Chapter 12, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.6.1
Not analysed yet
Χρυσοστόμου. Τῶν χαρισμάτων ἁψάμενος, οὐκ εἶπεν ὅτι ὁ μὲν, μεῖζον, ὁ δὲ ἐλάττον ἔλαβεν, ἀλλὰ διάφορα. ἵνα δείξῃ ὡς αὐτὸ μὲν, μέγα, τὸ δὲ, μικρόν. μεγάλα γὰρ ἅπαντα, ἀλλὰ ποικίλα καὶ διάφορα· καὶ ἀρξάμενος ἀπὸ χαρίσματος, εἰς κατόρθωμα λήγει. εἰπὼν γὰρ προφητείαν καὶ διακονίαν καὶ ὅσα τοιαῦτα, κατέληξεν εἰς ἐλεημοσύνην, καὶ σπουδὴν καὶ ἀντίληψιν. ἐπειδὴ γὰρ εἰκὸς ἦν τινὰς ἐναρέτους μὲν εἶναι, μὴ ἔχειν δὲ προφητείαν, δείκνυσιν ὅτι καὶ τοῦτο χάρισμα· καὶ πολλῷ μεῖζον ἐκείνου· ὥσπερ ἔδειξεν ἐν τῇ πρὸς Κορινθίους. καὶ τοσούτῳ μεῖζον, ὅσῳ τὸ μὲν, ἔχει μισθὸν, τὸ δὲ, ἐστέρηται ἀμοιβῆς. ὅλον γὰρ δωρεὰ καὶ χάρις ἐστίν. ἐπειδὴ δὲ ἱκανῶς αὐτοὺς παρεμυθήσατο, βούλεται καὶ ἐναγωνίους ποιῆσαι καὶ σπουδαιοτέρους· δεικνὺς ὅτι αὐτοὶ τὰς ἀφορμὰς παρέχουσι, τοῦ μεῖζον ἣ ἔλαττον λαβεῖν. λέγει μὲν γὰρ αὐτὰ καὶ παρὰ τοῦ Θεοῦ δίδοσθαι. ὡς ὅταν λέγῃ, “ἑκάστῳ ὡς ὁ “Θεὸς ἐμέρισε.” καὶ πάλιν· “κατὰ τὴν χάριν τὴν δοθεῖσαν “ἡμῖν.” ἵνα καταστείλῃ τοὺς ὑπερηφάνους. λέγει δὲ καὶ παρ’ αὐτῶν τὰς ἀρχὰς γεγενῆσθαι, ἵνα διεγείρῃ τοὺς ῥᾳθυμοτέρους. “κατὰ τὴν ἀναλογίαν,” γάρ φησιν, “τῆς πίστεως.” εἰ γὰρ καὶ χάρις ἐστὶν, οὐχ ἁπλῶς ἐκχεῖται, ἀλλὰ τὰ μέτρα παρὰ τῶν δεχομένων λαμβάνουσα, τοσοῦτον ἐπιρρεῖ, ὅσον ἃν εὕρῃ σκεῦος πίστεως ἀυτῇ προσενεχθὲν.