Ancient Greek
12.6.2 to 12.6.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.6.2-3
Not analysed yet
Θεοδωρήτου. τὴν δὲ τοῦ χωρίου τούτου ἀκολουθίαν ὁ μέν τις ἀπέδωκε χωρὶς τοῦ “δὲ” συνδεσμοῦ ἀναγινώσκων, καὶ τοῖς ἀνωτέρω ἐπισυνάπτων· οὕτω γάρ φησιν νοητέον, μέλη ἀλλήλων ἐσμέν· ἔχοντες χαρίσματα κατὰ τὴν χάριν τὴν δοθεῖσαν ἡμῖν διάφορα. εἰ γὰρ καὶ διάφορα ταῦτα, ἀλλ’ οὖν, εἰς κοινὴν ὠφέλειαν ὑπὸ τῆς θείας κεχορήγηται χάριτος. Θεοδώρου. Ἕ΅τερος Ἕτερος δὲ, ἐλλιπῶς ἔχειν ἔφη. λείπει γὰρ τὸ, δεικνύωμεν τὴν χάριν. ἵνα ᾖ τοιοῦτον. ἔχοντες χαρίσματα διάφορα, εἴτε προφητείαν, εἴτε διακονίαν, εἴτε διδασκαλίαν, οἱ μὲν ἔχοντες προφητείαν, ἐν προφητείᾳ δεικνύωμεν τὴν χάριν. οἱ δὲ διακονίαν, ἐν διακονία. οἱ δὲ διδασκαλίαν, ἐν διδασκαλίᾳ. καὶ ἕκαστος ἐν ἡ ἐγκεχείρισται λειτουργίᾳ.