Ancient Greek
Chapter 12, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.6.10
Not analysed yet
Θεοδωρήτου. “Ἐν ἁπλότητι” οὖν φησι. μὴ τὴν τῶν ἀνθρώπων θηρώμενος δόξαν, ἀλλὰ τὴν χρείαν τοῦ δεομένου πληρῶν. μὴ δὲ λογισμοῖς κεχρημένος, εἴτε ἀπόχρη τὰ ὄντα, εἴτε καὶ μή. ἀλλὰ τῷ Θεῷ θαρρῶν, καὶ φιλοτίμως τὴν χορηγίαν ποιούμενος. Χρυσοστόμου. “Ὁ προιστάμενος, ἐν σπουδῇ.” οὐ γὰρ ἀρκεῖ τὸ προστῆναι. “ὁ ἐλεῶν, ἐν ἱλαρότητι.” οὐ γὰρ ἀρκεῖ τὸ ἐλεῆσαι, ἀλλὰ μετὰ δαψιλείας καὶ γνώμης ἀλύπου τοῦτο δεῖ ποιεῖν. μᾶλλον δὲ οὐ μετὰ ἀλύπου μόνον, ἀλλὰ καὶ μετὰ φαιδρᾶς καὶ χαιρούσης. οὐ γάρ ἐστιν ἶσον μὴ λυπεῖσθαι, καὶ χαίρειν. τοῦτο καὶ ἐν τῇ μεταδόσει τὴν ἁπλότητα ζητεῖ, καὶ ἐν τῷ ἐλέῳ τὴν ἱλαρότητα, καὶ ἐν τῇ προστασίᾳ τὴν σπουδήν. οὐδὲ γὰρ χρήμασι μόνον βούλεται τοῖς δεομένοις ἡμᾶς βοηθεῖν, ἀλλὰ καὶ ῥήμασι, καὶ πράγμασι, καὶ σώματι, καὶ τοῖς ἄλλοις ἅπασι. καὶ εἰπὼν τὴν προηγουμένην προστασίαν, τὴν διὰ τῆς διδασκαλίας, τὴν διὰ τῆς παρακλήσεως· αὕτη γὰρ ἀναγκαιοτέρα, ὅσῳ καὶ ψυχῆς ἐστι τροφὴ, ἦλθεν ἐπὶ τὴν διὰ τῶν χρημάτων, καὶ τὴν διὰ τῶν ἄλλων πραγμάτων. εἶτα δεικνὺς πῶς ἃν ταῦτα κατορθωθείη, τὴν μητέρα αὐτῶν εἰσάγει τὴν ἀγάπην.