Ancient Greek
Chapter 12, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.6.9
Not analysed yet
Χρυσοστόμου. Καὶ τοῦτο διδασκαλίας εἶδος. “εἰ γάρ ἐστιν “ἐν ὑμῖν λόγος παρακλήσεως,” φησὶ, “πρὸς τὸν λαὸν, λέγετε.” εἶτα δεικνὺς ὡς οὐ μέγα ὄφελος ἀρετὴν μετιέναι. εἰ μὴ του προσήκοντος τοῦτο γίνοιτο νόμου, ἐπάγει. Χρυσοστόμου. “Ὁ μεταδιδοὺς, ἐν ἁπλότητι.” οὐ γὰρ ἀρκεῖ τὸ δοῦναι. ἀλλὰ δεῖ καὶ μετὰ δαψιλείας τοῦτο ποιεῖν. ἁπλότητα γὰρ τοῦτο οἶδε πανταχοῦ. ἐπεὶ καὶ αἱ παρθένοι ἔλαιον εἶχον, ἐπειδὴ τὸ ἀρκοῦν οὐκ εἶχον, τοῦ παντὸς ἐξέπεσον.