Ancient Greek
Chapter 12, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.6.12
Not analysed yet
Χρυσοστόμου. “Ἡ ἀγάπη,” φησὶν, “ἀνυπόκριτος.” ἃν ταύτην ἔχῃς, οὐ δαπάνης αἰσθήσῃ χρημάτων, οὐ πόνου σωμάτων, ἀλλὰ πάντα οἴσεις γενναίως. ὥσπερ οὐν τὰ ἄλλα μετ’ ἐπιτάσεως ἀπῄτησεν, οὕτω καὶ ἀγάπην· οὐχ ἁπλῶς, ἀλλὰ τὴν ἀνυπόκριτον. ἐπεὶ καὶ τοῦτο ἀγάπη. κἂν τοῦτο γένηται, πάντα τὰ ἄλλα ἕπεται. καὶ γὰρ ὁ ἐλεῶν, ἱλαρῶς ἐλεεῖ· ἑαυτῷ γὰρ δίδωσι. καὶ ὁ προϊστά- μένος, σπουδαίως προίσταται ἑαυτοῦ γὰρ προίσταται. καὶ ὁ μεταδιδοὺς, μετὰ δαψιλείας τοῦτο ποιεῖ· ἑαυτῷ γὰρ παρέχει.