Ancient Greek
Chapter 12, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.6.13
Not analysed yet
Ἀποστόλου. Είπὼν οὖν ὁ θεῖος Ἀπόστολος τὰ πνευματικὰ, ἐπισυνάπτει καὶ τὰ περὶ σῶμα. ἐν ἁπλότητι μὲν τὴν μετάδοσιν ὁριζόμενος, καὶ ὡς ταὐτὸν τῇ μεταδόσει τὴν ἁπλότητα τιθεὶς, “ἐν “ἁπλότητι,” γάρ φησιν, “ὁ μεταδιδούς.” ὡς εἰ ἔλεγεν, ὁ μεταδιδοὺς, ἐν τῇ μεταδόσει. καθὰ καὶ περὶ τῆς διακονίας, “διακονῶν, “ἐν τῆ διακονίᾳ.” ἁπλότης δὲ, ἡ δαψίλεια παρὰ τῷ Ἀποστόλῳ καλεῖται. ἐκ τῆς ἡπλωμένης χειρός. ὡσαύτως δὲ καὶ τὴν προστασίαν, σπουδὴν εἶναι ὁρίζεται, καὶ τὸν ἔλεον, ἱλαρότητα· διαστήσας αὐτὸν τῆς μεταδόσεως. ἡ μὲν γάρ ἐστι πρὸς ἁγίους, κοινωνίας ἕνεκεν. ἐπὶ τῇ ἁπλότητι γάρ φησιν εἰς τοὺς ἁγίους τῆς κοινωνίας. διὸ καὶ δαψιλὴς ἡ δόσις ὡς Θεῷ προσφορὰ, καὶ Χριστῷ διακονία, καὶ φιλοποιὸς κοινωνία. ὁ δὲ ἔλεος πρὸς τοὺς οἰκτροὺς ἐνδείας ἕνεκα, ὁποῖοι τινὲς ἃν ὦσι. “παντὶ γὰρ τῷ αἰτοῦντι σε διδου,” ἕνεκα φιλανθρωπίας. ἱλαρότητος δὲ τῷ ἐλέῳ δεῖ. ἐπεὶ πρὸς ἐλάττους γίνεται ὡς μὴ ἐξ ὑπεροψίας διδόντες, λυποίημεν, ἀλλ’ ἐκ φιλανθρωπίας, εὐφραίνοιμεν. εἰ δὲ καὶ περὶ σωματικὴν ἀνάπαυσιν αἱ μεταδόσεις καὶ προστασίαι καὶ ἐλεημοσύναι φέρουσιν, ἀλλ’ οὖν χαρίσματά εἰσιν, ἐπὶ δυνάμει πνεύματος ἐπιτελούμενα, ἐν τάξει ποδῶν τῷ ἁγίῳ σώματι συνάπτουσα τοὺς τὰ τοιαῦτα διακονοῦντας. καὶ γὰρ οὐ μόνον εἴ τις λαλεῖ, “ὡς λόγια Θεοῦ,’ φησὶ ὁ Πέτρος, ἀλλὰ καὶ εἴ τις διακονεῖ, ὡς ἐξ ἰσχύος ἧς χορηγεῖ ὁ Θεός. διακονίαν δὲ, τὴν λειτουργίαν τὴν ἀναπληροῦσαν τὰ ὑστερήματα τῶν ἁγίων, φησὶν ὁ Παῦλος. πολυτρόπως τῆς διακονίας λεγομένης.