Ancient Greek
Chapter 12, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 12.6.8
Not analysed yet
Γενναδίου. Ἢ διακονίαν φησὶν, τὴν πρὸς τὸ διακονεῖσθαι τοῖς δεομένοις προσοῦσαν τισὶν ἐπιτηδειότητα. διδασκαλίαν δὲ, τὴν ἀπόλυτον συμβουλήν. παράκλησιν δὲ, τὴν κατάλληλον διδασκαλίαν. ἁπλότητα, τὸ ἁπλοικὸν τὲ καὶ ἄφθονον. ἱλαρότητα, τὴν πρόθυμον εἰς ἔλεον γνώμην, τὴν σὺν χαρᾷ τὸν οἶκτον ἐνδεικνυμένην. τὸ μέντοι κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, οὐ τῇ προφητείᾳ μόνον προσήκει, κοινὸν δὲ κατὰ πάντων ἐστί. καὶ πρὸς αὐτὸ τὴν ἀναφορὰν ἔχει πάντα. “εἴτε ὁ διδάσκων ἐν τῇ διδα- “σκαλίᾳ.” ὅρα πῶς ἀδιαφόρως τὰ χαρίσματα. τὸ μικρὸν, πρῶτον, καὶ τὸ μέγα, ὕστερον. πάλιν τὸ αὐτὸ τοῦτο παιδεύων, τὸ μὴ φυσᾶσθαι μὴ δὲ ἐπαίρεσθαι. Εἴτε ὁ παρακαλῶν ἐν τῆ παρακλήσει.