Ancient Greek
Chapter 13, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.1.2
Not analysed yet
Θεοσωρήτου. Ἄλλως τε προῄδει, ἅτε δὴ τοῦ Παναγίου Πνεύματος πλουσίως τὴν χάριν δεξάμενος, ὡς τινὲς τύφῳ μᾶλλον ἢ ζήλῳ κεχρημένοι, τῶν βιωτικῶν ἀρχόντων καταφρονήσουσι, μείζους ἑαυτοὺς διὰ τὴν γνῶσιν ὑπολαμβάνοντες. ἅμα δὲ καὶ τὴν καταχεθεῖσαν αὐτῶν δόξαν ἀποτριβόμενος τοῦτο ποιεῖ. διέβαλλοντο γὰρ ὡς τοὺς κοινοὺς ἀνατρέποντες νόμους. καὶ οἱ μὲν, ἔλεγον, “οἱ τὴν οἰκουμένην ἀναστατώσαντες, οὗτοι καὶ ἐνθάδε παρεῖσιν. οἱ δὲ, “ὅτι ἕτερα ἔθη εἰσάγουσι.” προὔργου τοίνυν ἐνόμισε καὶ περὶ τούτου νομοθετῆσαι. ἵν εἴτε ἱερεὺς τίς ἐστιν, εἴτε ἀρχιερεὺς, εἴτε τὸν μονήρη βίον ἐπαγγελλόμενος, τοῖς τὰς ἀρχὰς πεπιστευμένοις, ὑπείκῃ· πρόδηλον εἰ μετ’ εὐσεβείας. οὐ γὰρ ἡ ἐναντίωσις τῶν ἐντολῶν τοῦ Θεοῦ ὑπείκειν συγχωρεῖ τοῖς ἄρχουσι.