Ancient Greek
Chapter 13, Verse 1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.1.3
Not analysed yet
Ἀκακίου. Πόλλα γὰρ ἐν τῇ συνηθείᾳ δοκεῖ μὲν καθολικώτερον λέγεσθαι. διακρίσεως δὲ δεῖται παρὰ τοῖς ἀκούουσιν. οἷον, ὅταν ὁ Μώσεως νόμος διαγορεύῃ μὴ φονεύειν. δοκεῖ μὲν καθολικῶς ἀποφαίνεσθαι. οὐ μὴν καθόλου ἀφεκτέον τοῦ φονεύειν τοῖς νομοθετουμένοις. καὶ γὰρ οἱ ἀμφὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ πολλὰ ἐφόνευσαν ἔθνη· καὶ Ἠλίας, τοὺς ἱερεῖς τοῦ Βάαλ· καὶ Δαβὶδ, πάλιν ἑτέρους· καὶ Σαμουὴλ τὸν Ἄγαγ. διὸ τὸ, “οὐ φονεύσεις,” οὕτως ἐκδεκτέον. ἀντὶ τοῦ, ἀδίκως οὐ φονεύσεις. οὕτω καὶ ἐνταῦθα, ἐὰν λέγηται, “πᾶσα ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω, οὐχ ἡγητέον ὅτι κἂν ἀρνεῖσθαι προστάττῃ, ἣ ἄλλο τι τῶν ψυχὴν βλαπτόντων. ἀλλ’ ὅτε φόρους εἰσπράττονται, καὶ τὰ τοιαῦτα. περὶ ὧν ὁ Σωτῆρ’ ἔλεγεν, “ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ “τοῦ Θεοῦ τῷ Θεῷ.” ὑποκαταβὰς γὰρ καὶ αὐτὸς ὁ Παῦλος φησὶν, “διὰ τοῦτο γὰρ καὶ φόρους τελεῖτε.”