Ancient Greek
Chapter 13, Verse 7
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.7.2
Not analysed yet
Γεμμαδόπυ. Ἔστι δὲ ὁ φόρος καὶ τὸ τέλος, ταὐτόν. ἀμέλει φόρους ἐν τῷ πρὸ τούτου ῥητῷ τελεῖν ἔφησε. “διὰ τοῦτο γὰρ “καὶ φόρους τελεῖτε,” νῦν δὲ αὐτὸ διεῖλεν. ἣ τοῦτο βουλόμενος εἰπεῖν, ὅτι εἴτε φόρον, εἴτε τέλος τὸ τοιοῦτον τίς ἐθέλοι καλεῖν, ὑμῖν γε αὐτὸ προσῆκον ἐκτιννύναι. ἣ τὸ μὲν, ἔφησε, δηλῶν τὴν εἰς τὸν δημόσιον τῶν χρημάτων συντέλειαν· τὸ δὲ, τὰς ἰδικὰς τοῖς κεκτημένοις προσόδους. “τῷ τὸν φόβον, τὸν φόβον.’ οἷον, τοῖς ἐν ἀρχαῖς. “τῷ τὴν τιμὴν, τὴν τιμήν.” οἷον, τοῖς φίλοις. καὶ ὅλως τοῖς πλησίον.