Ancient Greek
13.7.3 to 13.7.4
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 13.7.3-4
Not analysed yet
Θεοδψρήτου. Ἤ φόρον καλεῖ τὴν ὑπὲρ τῆς γῆς εἰσφοράν· τέλος δὲ, τὴν ὑπὲρ ἐμπορίας συντέλειαν. ὀφλήματα δὲ οὐ μόνον ταῦτα, ἀλλὰ καὶ τὸν φόβον καὶ τὴν τιμὴν ὀνομάζει. ταῦτα γὰρ τοῖς ἄρχουσι παρὰ τῶν ἀρχομένων ὀφείλεται. Ἰσιδώρου. Ἀποδοτέον οὖν, ὦ ἐλλογιμώτατε, καὶ τῷ τῆς τιμῆς ἀξίῳ, τὴν τιμήν. οὐ θωπείαν δουλοπρεπῆ ἐπιδεικνύμενον, οὐδὲ τὴν ἐκείνων εὐμένειαν θηρώμενον· δέος γὰρ εἰς εὐτέλειαν διὰ ταῦτα ἐκπεσεῖν, καί τινα κολακείαν βωμολόχον ἐξασκήσαντα καταισχύνειν ἑαυτόν. ἀλλὰ σὺν κόσμῳ προσήκοντι τὸ πρέπον ἀπονεμητέον. οἷόν τε γὰρ μετὰ τοῦ προσήκοντος τὸ χρέος ἀποδοθῆναι.