Ancient Greek
Chapter 14, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.10.2
Not analysed yet
Χρυσοστόμου. Καὶ πρῶτον μὲν τῇ προσηγορίᾳ τοῦ ἀδελφοῦ καταλύει καλῶς τὴν φιλονεικίαν. ἔπειτα δὲ καὶ τῷ τῆς ἡμέρας ἐκείνης ἀναμνῆσαι τῆς φοβερᾶς. εἰπὼν γὰρ, “τί ἐξουθενεῖς τὸν “ἀδελφόν σου ”ἐπήγαγε, “πάντες γὰρ παραστησόμεθα τῷ βή- “ματι τοῦ Χριστοῦ.” καὶ δοκεῖ μὲν πάλιν ἐπιτιμῶν τῷ τελειοτέρῳ ταῦτα λέγειν. κατασείει δὲ τοῦ Ἰουδαίζοντος τὴν διάνοιαν. οὐκ ἀπὸ τῆς εὐεργεσίας τῆς γεγενημένης ἐντρέπων αὐτὸν μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς μελλούσης κολάσεως φοβῶν. τοιοῦτον δέ τι αἰνίττεται, οἷον εἰ ἔλεγε, τι σοι μέλει; μὴ, γὰρ, σὺ μέλλεις ὑπὲρ αὐτοῦ κολάζεσθαι; ἀλλ’ οὕτω μὲν οὐκ εἶπε τοῦτο. ἠνίξατο δὲ, εἰπὼν, “ἕκαστος ἡμῶν ὑπὲρ ἑαυτοῦ δώσει λόγον τῷ Θεῷ.” καὶ τὸν προφήτην δὲ εἰσήγαγε τὴν ἁπάντων αὐτῷ μαρτυροῦντα ὑποταγήν, καὶ ὑποταγὴν ἐπιτεταμένην. καὶ τῶν ἐν τῇ παλαιᾷ ἀνθρώπων καὶ πάντων ἁπλῶς. οὐ γὰρ ἁπλῶς εἶπε προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ “ἐξομολογήσεται.” τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγμένων. ἕσο τοίνυν ἐναγώνιος, ’τον κοινὸν δεσπότην ἔπι τοῦ βήματος ὁρῶν καθήμενον, καὶ μὴ σχίζε τὴν ἐκκλησίαν, τῆς χάριτος ἀπορρηγνύμενος, καὶ τῳ νόμῳ προστρέχων·