Ancient Greek
Chapter 14, Verse 10
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.10.3
Not analysed yet
Γενναδίου. Σαφῶς γε μὴν συνίσταται διὰ τῆς μαρτυρίας ταύτης τοῦ Υἱοῦ τὸ πρὸς τὸν Πατέρα τελέως ἰσότιμον. Ἠσαΐου γὰρ αὐτὴν ἐκ προσώπου τοῦ Θεοῦ φήσαντος οὑτωσὶν, “ἐγὼ εἰμὶ ὁ “Θεὸς καὶ οὐκ ἔστιν ἄλλος, κατ’ ἐμαυτοῦ ὀμνύω, ἣ μὴν ἐξελεύ- “σεται ἐκ τοῦ στόματός μου δικαιοσύνη. οἱ λόγοι μου οὐκ ἀπο- “στραφήσονται· ὅτι αὐτῷ πᾶν γόνυ κάμψει.” οὕτως εἰπόντος αὐτὴν τοῦ προφήτου, Παῦλος ὡς ἐφαρμόζουσαν ἐδέξατο τῷ δεσπότῃ Χριστῷ. οὔποτ’ ἃν τοῦτο ποιήσας, εἰ μὴ Θεὸν εἶναι ἀληθινὸν καὶ τὸν Χριστὸν ἠπίστατο, ὡς τὸν Πατέρα.