Ancient Greek
Chapter 14, Verse 20
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.20.3
Not analysed yet
Χρυσοστόμου. Ἵνα μὴ αἱ τοσαῦται συγχωρήσεις βεβαιώσωσι τὸν ἀσθενέστερον ἐν τῇ πονηρᾷ ὑπολήψει, δογματίζει πάλιν. “πάντα μὲν καθαρὰ,” λέγων· ἀλλὰ τῷ μετὰ πονηροῦ συνειδότος ἐσθίοντι, κακόν. ὥστε κἂν ἀναγκάσῃς, καὶ φάγῃ, τὸ ὄφελος οὐδέν. οὐ γὰρ τὸ φαγεῖν ποιεῖ ἀκάθαρτον, ἀλλ’ ἡ γνώμη, μεθ᾿ ἧς ἐσθίει. ἃν τοίνυν ἐκείνην μὴ διορθώσῃ, πάντα εἰκῆ πεποίηκας, καὶ μᾶλλον ἔβλαψας. οὐ γάρ ἐστιν ἶσον ἀκάθαρτόν τι νομίζειν, καὶ νομίζοντα ἀκάθαρτον ἀπογεύεσθαι. δύο τοίνυν ἐνταῦθα ἁμαρτάνεις. καὶ τὴν πρόληψιν ἐπιτείνων τῇ φιλονεικίᾳ· καὶ ἀκαθάρτου ποιῶν ἀπογεύεσθαι. ὥστε ἕως ἃν μὴ πείσῃς, μὴ ἀναγκάσῃς.