Ancient Greek
Chapter 14, Verse 20
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.20.2
Not analysed yet
Θεοδωρήτου. Ἢ ἔργον τοῦ Θεοῦ, τὸ εἰς αὐτὸν πιστεύειν. καθὼς, ὁ Κύριος εἶπε, “τοῦτο γάρ ἐστι,” λέγων, “τὸ ἔργον τοῦ Θεοῦ. “ἵνα πιστεύσητε εἰς ὃν ἀπέστειλεν ἐκεῖνος.” ἐπειδὴ τοίνυν εἰκὸς ἦν, καὶ ἀποστῆναι τῆς πίστεως τῶν Ἰουδαίων τινὰς, τὰ ὀνείδη μὴ φέροντας τῶν ἐξ ἐθνῶν πεπιστευκότων, εἰκότως ἔφη, “μὴ ἕνεκεν “βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ.” Πάντα μὲν γὰρ καθαρὰ, ἀλλὰ κακὸν τῷ ἀνθρώπῳ τῷ διὰ προσκόμματος ἐσθίοντι.