Ancient Greek · ~1 min
14.20.Comment verse to 14.20.1
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.20.Comment verse-1
Not analysed yet
Μῆ ἕνεκεν βρώματος κατάλυε τὸ ἔργον τοῦ Θεοῦ. Χρυσοστόμου. Ἔργον τοῦ Θεοῦ, τὴν σωτηρίαν τοῦ ἀδελφοῦ καλεῖ. πολὺν ἐπιτείνων τὸν φόβον, καὶ δεικνὺς, ὅτι τοὐναντίον οὗ σπουδάζει ποιεῖ. οὐ γὰρ μόνον οὐκ οἰκοδομεῖς, φησὶν, ὃ νομίζεις ἀλλὰ καὶ καταλύεις. καὶ οἰκοδομὴν οὐκ ἀνθρωπίνην, ἀλλὰ Θεοῦ· καὶ οὐδὲ μεγάλου τινος ἕνεκεν, ἀλλὰ πράγματος εὐτελοῦς, ἕνεκεν γὰρ βρώματος φησί.