Ancient Greek
Chapter 14, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.5.2
Not analysed yet
Χρυσοστόμου. Ἣ καὶ περὶ νηστείας ἐνταῦθα αἰνίττεσθαι μοι δοκεῖ. καὶ γὰρ εἰκὸς τῶν νηστευόντων τινὰς, τοὺς μὴ διηνεκῶς νηστεύοντας, διακρίνειν. ἣ καὶ ἐν ταῖς παρατηρήσεσιν εἰκὸς εἰναί τινας, τὰς ῥητὰς ἡμέρας ἀπεχομένους, καὶ ῥητὰς ἐχομένους. διὸ καὶ ἔλεγεν, “ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” οὕτω γὰρ καὶ τῷ παρατηροῦντι τὸν φόβον ἐξέβαλεν, ἀδιάφορον τὸ πρᾶγμα εἶναι λέγων. καὶ τῶν ἐπιτιθεμένων αὐτοῖς σφοδρῶς τὴν φιλονεικίαν ἀνήρει, δεικνὺς ὅτι οὐ σφόδρα περισπούδαστον τὸ περὶ τούτων ἐνοχλεῖν συνεχῶς, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὸν καιρόν· καὶ διὰ τὸ νεήλυδας εἶναι ἐν τῆ πίστει. ἐπεὶ Κολασσαεῦσι γράφων, μετὰ πολλῆς ἀπαγορεύει τοῦτο σπουδῆς, “βλέ- “πέτε μή τις ὑμᾶς ἔσται ὁ συλαγωγῶν διὰ τῆς φιλοσοφίας καὶ “κενῆς ἀπάτης, κατὰ τὴν παράδοσιν τῶν ἀνθρώπων· κατὰ τὰ “στοιχεῖα τοῦ κόσμου, καὶ οὐ κατὰ Χριστόν.” καὶ πάλιν, “μὴ οὑν τις ὑμᾶς κρινέτω ἐν βρώσει ἢ ἐν πόσει.” καὶ “μηδεὶς ὑμᾶς “καταβραβευέτω.” ἐνταῦθα δὲ οὐ κέχρηται τούτῳ τῷ τόνῳ, διὰ τὸ νεόφυτον εἰναι παρ’ αὐτοῖς τὴν πίστιν. μὴ τοίνυν εἰς πάντα ἕλκωμεν, τὸ, “ἕκαστος τῷ ἰδίῳ νοὶ πληροφορείσθω.” ὅταν γὰρ περὶ δογμάτων ὁ λόγος ἦ, ἄκουσον τι φησιν, “εἰ τις ὑμᾶς εὐαγγελίζεται παρ’ ὃ παρελάβετε κἂν Ἄγγελος ᾖ, ἀνάθεμα ἔστω. καὶ Φιλιππησίοις ἐπιστέλλων ἔλεγε, “βλέπετε τοὺς κύνας, βλέ- “πέτε τοὺς κακοὺς ἐργάτας, βλέπετε τὴν κατατομήν.” παρὰ δὲ Ρωμαίοις, ἐπειδὴ τέως οὐκ ἦν καιρὸς τὰ τοιαῦτα διορθοῦν, “ἕκα- “στος,” φησὶν, “τῷ ἰδίῳ νοῒ πληροφορείσθω.” καὶ γὰρ καὶ περὶ νηστείας ὁ λόγος ἦν αὐτῷ. καὶ τοίνυν τὴν ἐκείνων ἀλαζονείαν καθαιρῶν, καὶ τούτων ἐκβάλλων τὸν φόβον, ταῦτα ἔλεγεν.