Ancient Greek
Chapter 14, Verse 5
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.5.3
Not analysed yet
Θεοδωρήτου. Οὐκοῦν καθολικῶς τοῦτο τέθεικεν. οὐδὲ γὰρ περὶ τῶν θείων δογμάτων τοῦτο κελεύει φρονεῖν. ἀναθεματίζει γὰρ τοὺς τἀναντία τῇ ἀληθείᾳ διδάσκειν ἀνεχομένους. περὶ μόνων τοίνυν τῶν ἐδεσμάτων τῇ ἑκάστου διανοίᾳ τὴν ἐξουσίαν ἀπένειμε. τοῦτο γάρ τοι καὶ μέχρι τοῦ παρόντος ἐν ταῖς ἐκκλησίαις τὸ ἔθος μεμένηκε. καὶ ὁ μὲν ἀσπάζεται τὴν ἐγκράτειαν· ὁ δὲ μεταλαμβάνει πάντων ἀδεῶς τῶν ἐδεσμάτων. καὶ οὔτε οὗτος ἐκεῖνον κατακρίνει, οὔτε ἐκεῖνος ἐπιμέμφεται τούτῳ· ἀλλὰ τῷ νόμῳ τῆς ὁμονοίας λαμπρύνονται.