Ancient Greek
Chapter 14, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.6.1
Not analysed yet
Χρυσοστόμου. Ἔτι τῶν αὐτῶν ἔχεται. ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν. οὐ περὶ τὰ καίρια τὸ πρᾶγμα ἐστί. τὸ γὰρ ζητούμενον, εἰ διὰ τὸν Θεὸν κἀκεῖνος καὶ οὗτος ἐργάζεται· καὶ εἰ ἀμφότεροι εἰς εὐχαριστίαν τελευτῶσι. καὶ γὰρ καὶ ἐκεῖνος καὶ οὕτος, εὐχαριστοῦσι τῷ Θεῷ. εἰ τοίνυν εὐχαριστοῦσιν ἀμφότεροι, οὐ πολὺ τὸ μέσον. σὺ δέ μοι σκόπει πῶς καὶ ἐνταῦθα πλήττει τὸν Ἰουδαΐζοντα λανθανόντως. εἰ γὰρ τὸ ζητούμενον τοῦτό ἐστι, τὸ εὐχαριστεῖν, εὔδηλον ὅτι ὁ ἐσθίων, οὗτός ἐστιν ὁ εὐχαριστῶν, οὐχ ὁ μὴ ἐσθίων. πῶς γὰρ, ἔτι τοῦ νόμου ἐχόμενος ; ὅπερ οὑν καὶ πρὸς Γαλάτας ἔλεγεν, “οἱ τινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξε- “πέσετε.” ἀλλ’ ἐνταῦθα αἰνίττεται μὲν αὐτὸ, οὐκ ἀνακαλύπτει δέ. οὔπω γὰρ ἢν καῖρος.