Ancient Greek
14.6.2 to 14.6.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.6.2-3
Not analysed yet
Θεοδωρήτου. Συγκαταβατικῶς μέντοι ταῦτα λέγει. τὴν συμφωνίαν τῇ ἐκκλησίᾳ πραγματευόμενος. οἶδε, φησὶν, ὁ τῶν ὅλων Θεὸς, τὸν τῶν ἐσθιόντων καὶ τῶν οὐκ ἐσθιόντων σκοπόν. καὶ οὐ τῷ ἔργῳ μόνῳ προσέχει, ἀλλὰ καὶ τὴν τοῦ γινομένου διάνοιαν ἐξετάζει. Γενναδίου. Ἢ περὶ τῆς τῶν ἡμερῶν παρατηρήσεως ὁ λόγος. ἀμφότεροι τοίνυν, φησὶ, ἑνὶ χρῶνται σκοπῷ· τιμῇ τῇ πρὸς τὸν Θεόν. ὁ τε γὰρ παραφυλαττόμενος τὴν ἡμέραν, οἴεται Θεοῦ νόμον πληροῦν. ὁ τε ἀδιαφορῶν περὶ τοῦτο, πᾶσαν ὡς ὑπὸ Θεοῦ γενομένην ἡμέραν δι’ ὁμοίας ἔχει τιμῆς. ἀλλὰ μὴν καὶ ὁ ἐσθίων ὡσαύτως.