Ancient Greek
Chapter 14, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.6.6
Not analysed yet
Θεοδώρου Μονάκου. Ἄρα δὲ πρὸ τοῦ πάθους, πάντων οὐκ ἦν Κύριος ὁ Χριστός; πῶς οὖν φησιν, “εἰς τοῦτο ἀπέθανεν, ἵνα “καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ ;” ἢ τί τὸ ἐκ τῆς ἐνανθρωπήσεως πλέον; ὅτι τῆ μὲν ἀληθείᾳ καὶ τῇ φύσει, δεσπότης ἦν ὁ ποιήσας, τῶν ποιηθέντων. τῇ δὲ τῶν ἀσεβούντων ἐκτροπῇ, τῶν λατρευσάντων τῇ κτίσει παρὰ τὸν κτίσαντα, οὐκ αὐτὸς ἐνομίζετο δεσπότης, ἀλλὰ τὰ ὑπ’ αὐτῶν προσκυνούμενα. ὥστε ἡ μὲν ἔνσαρκος αὐτοῦ παρουσία, τοὺς τε ὄντας μετ’ αὐτοῦ καὶ ἐσομένους μετ’ αὐτὸν, ὑπὸ τὴν αὐτοῦ δεσποτείαν προσῆγεν. ἡ δὲ μέχρι θανάτου γενομένη αὐτοῦ ὑπακοὴ, τοῖς φθάσασιν ἐν ἀγνωσίᾳ προαπελθεῖν, τῆς σωτηρίας ἔδειξε τὴν οἰκονομίαν, καὶ τοῦ θανάτου προδιέλυσε τοὺς δεσμοὺς, καὶ τῆς ἀναστάσεως ἀπαρχὴ ἐγένετο. Μεθοδίου. Ἐκλάβοι δ᾿ ἄν τις τὸ, “ἵνα ζώντων καὶ νεκρῶν “κυριεύσῃ,” καὶ περὶ ψυχῶν καὶ σωμάτων· αἱ μὲν, γάρ εἰσιν ἀθάνατοι, τὰ δὲ, θνητά.