Ancient Greek
Chapter 14, Verse 6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 14.6.5
Not analysed yet
Χρυσοστόμου. Πλήττει κἀνταῦθα τὸν Ἰουδαίζοντα λεληθύτως. ὁ γὰρ τῷ νόμῳ ζῶν, πῶς δύναται τῷ Χριστῷ ζῇν; οὐ τοῦτο δὲ μόνον διὰ τούτων κατασκευάζει, ἀλλὰ καὶ τὸν ἐπειγόμενον εἰς τὴν ἐκείνων διόρθωσιν κατέχει, καὶ πείθει μακροθυμεῖν. δεικνὺς ὅτι ἀμήχανον τὸν Θεὸν καταφρονῆσαι αὐτῶν. ἀλλὰ τῷ προσήκοντι καιρῷ διορθώσεται. τι οὖν ἐστιν, “οὐδεὶς ἡμῶν ἑαυτῷ ζῇ ”οὐκ ἐσμὲν ἐλεύθεροι. δεσπότην ἔχομεν τὸν καὶ ζῆν ἡμᾶς βουλόμενον, καὶ ἀποθανεῖν οὐκ ἐθέλοντα. καὶ ᾧ ταῦτα ἀμφότερα μᾶλλον ἡμῶν διαφέρει. διὰ γὰρ τοῦτο δείκνυσιν, ὅτι πλέον ἡμῶν αὐτὸς κήδεται. οὐ γὰρ ἑαυτοῖς ἀποθνήσκομεν μόνον, ἀλλὰ καὶ τῷ δεσπότῃ. ἃν ἄρα ἀποθάνωμεν. θάνατον δὲ ἐνταῦθα τὸν ἐκ πίστεως λέγει. ἱκανὸν μὲν οὑν καὶ τοῦτο πεῖσαι, ὅτι φροντίζει ἡμῶν. ὅτι αὐτῷ ζῶμεν καὶ αὐτῷ ἀποθνήσκομεν. πλὴν οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ἕτερον ἐπάγει. εἰπὼν γὰρ, “ἐάν τε ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν “τοῦ Κυρίου ἐσμέν. καὶ ἀπ’ ἐκείνου τοῦ θανάτου ἐπὶ τὸν φυσικὸν μεταβάς· ἵνα μὴ δόξῃ τραχύνειν τὸν λόγον, ἕτερον σημεῖον ποιεῖται τῆς αὐτοῦ προνοίας μέγιστον. ποῖον δὴ τοῦτο ; “εἰς τοῦτο “γὰρ Χριστὸς,” φησὶν, “καὶ ἀπέθανε καὶ ἀνέστη καὶ ἀνέζησεν. “ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” ὥστε καὶ τοῦτό σε πειθέτω, ὅτι φροντίζει τῆς σωτηρίας ἡμῶν. εἰ γὰρ μὴ τοσαύτην ἐποιεῖτο πρόνοιαν, τίς χρεία τῆς οἰκονομίας ἢν; ὁ τοίνυν τοσαύτην σπουδὴν θέμενος ὑπὲρ τοῦ αὐτοῦ γενέσθαι ἡμᾶς· ὡς καὶ δούλου μορφὴν ἀναλαβεῖν καὶ ἀποθανεῖν· οὗτος μετὰ τὸ γενέσθαι καταφρονήσει; οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. οὐδ’ ἃν ἕλοιτο τοσαύτην προέσθαι πραγματείαν. ὅρα δὲ καὶ τὴν δύναμιν αὐτοῦ, πῶς δείκνυσιν ἄφατον οὖσαν. “εἰς τοῦτο γάρ, ”φησιν, “καὶ ἀπέθανε καὶ “ἀνέστη καὶ ἔζησεν. ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.” καὶ ἀνωτέρω, “ἐάν τε γὰρ ζῶμεν, ἐάν τε ἀποθνήσκωμεν, αὐτοῦ “ἐσμέν.” εἶδες δεσποτείαν ἐπιτεταμένην; μὴ γὰρ τοὺς ζῶντας εἴπῃς φησίν. καὶ γὰρ καὶ τῶν ἀποθανόντων προνοεῖ. εἰ δὲ τῶν ἀπελθόντων, εὔδηλον ὅτι καὶ τῶν ζώντων. ταῦτα δὲ λέγει, ἔτι ἐντρέπων τὸν Ἰουδαΐζοντα, καὶ πείθων ἀναμνησθῆναι τοῦ μεγέθους τῆς εὐεργεσίας. καὶ ὅτι νεκρὸς ὣν ἔζησε, καὶ ὅτι οὐδὲν ἐκέρδανεν ἄπο του νόμου, καὶ ὅτι ἐσχάτης ἀγνωμοσύνης ἀν’ εἴη, ’τον τοσαύτα καταδεξάμενον ὑπὲρ αὐτοῦ, καταλιπόντα, ἐπὶ τὸν νόμον παλινδρομεῖν.