Ancient Greek
Chapter 16, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.14.2
Not analysed yet
Χρυσοστόμου. Ἐνταῦθα δὲ μὴ τοῦτο ἴδῃς ὅτι χωρὶς ἐγκωμίων αὐτοὺς τίθησι, ἀλλ’ ὅτι σφόδρα ὡς ἔοικε καταδεεστέρους ὄντας ἁπάντων, οὐκ ἀπηξίωσε τῆς παρ’ αὐτοῦ προσρήσεως. μᾶλλον δὲ οὐδὲ μικρὸν καὶ τοῦτο ἐγκώμιον, τὸ καὶ ἀδελφοὺς αὐτοὺς καλεῖν. ὥσπερ οὖν καὶ τοὺς μετ’ αὐτοὺς, ἁγίους. “ἀσπάσασθε,” γάρ φησιν, “Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα, καὶ τὴν ἀδελφὴν “αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους.” Χρυσοστόμου. Τὸ γὰρ ἁγίους αὐτοὺς καλέσαι, μέγιστον ἦν ἀξίωμα καὶ τιμῆς ἄφατον μέγεθος. καὶ οὗτοι δὲ πάλιν κατὰ ταὐτὸν διάγοντες, δι’ ἣν εἶχον ἀρετὴν, τῆς ἀποστολικῆς προσρήσεως ἔτυχον.