Ancient Greek · ~3 min
Chapter 16, Verse 16
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.16.Comment verse
Not analysed yet
Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ινα μηδεμία φιλονεικία γένηται. τῷ τοὺς μὲν, οὕτως προειρῆσθαι, τοὺς δὲ, οὕτως. καὶ τοὺς μὲν, ὀνομαστὶ, τοὺς δὲ, ἀδιορίστως. καὶ τοὺς μὲν, μετὰ πλειόνων ἐγκωμίων, τοὺς δὲ, μετὰ ἐλαττόνων. ἀνακιρνᾷ πάλιν αὐτοὺς τῇ τῆς ἀγάπης ἰσοτιμίᾳ, καὶ τῷ ἁγίῳ φιλήματι. διὰ τῆς εἰρήνης ταύτης, πάντα ἐκβάλλων θορυβοῦντα αὐτοὺς λογισμὸν, καὶ μικροψυχίας ἀφορμήν. ἵνα μήτε ὁ μέγας καταφρονῇ τοῦ ἐλάττονος· μήτε ὁ μικρὸς βασκαίνῃ τῷ μείζονι. ἀλλὰ καὶ ὑπεροψία καὶ φθόνος ἀπελαύνηται, τοῦ φιλήματος τούτου πάντα καταπραύνοντός τε καὶ ἐξισοῦντος. Θεοδωρήτου. Καὶ ἐπειδὴ ἀπὼν αὐτὸς αὐτοὺς οὐκ ἠδύνατο περιπτύξασθαι, δι’ αὐτῶν τοῦτο ποιεῖ. παρακελευσάμενος αὐτοῖς ἀλλήλους ἀσπάσασθαι, καὶ ἀσπάσασθαι “ἐν φιλήματι ἁγίῳ,” σεμνῷ, καὶ σώφρονι, καὶ εἰλικρινεῖ, καὶ παντὸς ἀπηλλαγμένῳ δόλου. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τοῦ Χριστοῦ.