Ancient Greek
Chapter 16, Verse 16
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.16.1
Not analysed yet
Χρυσοστόμου. Ἵνα πᾶσαν ὡς εἴπομεν περιέλῃ φιλονεικίαν, οὐ μόνον αὐτοὺς ἀλλήλους ἀσπάσασθαι κοινῶς, ἀλλ’ οὐ διηρημένως κελεύει, ἀλλὰ καὶ τὸν παρὰ τῶν ἐκκλησιῶν ἀσπασμὸν, κοινῶς αὐτοῖς διαπέμπεται. “ἀσπάζονται,” λέγων, “αἱ ἐκκλησίαι τοῦ “Χριστοῦ.” οὐκέτι τὸν δεῖνα καὶ τὸν δεῖνα κατ’ ἰδίων, ἀλλὰ κοινῶς πάντας. ἀλλ’ ἐπειδὴ τινὲς ἐζήτησαν πολλάκις, τί δήποτε ἐν τῆ Ἐπιστολῇ ταύτῃ τοσούτους προσεῖπεν, ὅπερ ἐν ἑτέρᾳ οὐκ ἐποίησεν; ἐκεῖνο ἂν εἴποιμεν. ὅτι διὰ τὸ μηδέπω ἑωρακέναι Ῥωμαίους τοῦτο ποιεῖ. καίτοι γε φησὶν, οὐδὲ Κολοσσαεῖς εἶδε, καὶ οὐδὲν τοιοῦτον ἐποίησεν. ἀλλ’ οὗτοι, δοκιμότεροι τῶν ἄλλων ἦσαν, καὶ ἐξ ἑτέρων πόλεων ἐκεῖ μεταστάντες, ὡς εἰς ἀσφαλεστέραν τινὰ καὶ βασιλικωτέραν πόλιν. ἐπεὶ οὖν ἐν ξένῃ διῆγον, καὶ ἔδει πολλῆς ἀπολαύειν ἀσφαλείας αὐτοὺς, καὶ τῶν αὐτῷ γνωρίμων ἦσαν τινὲς ἐξ αὐτῶν, οἱ δὲ καὶ διακονησάμενοι, πολλὰ καὶ μεγάλα ὑπὲρ αὐτοῦ παθόντες, εἰκότως αὐτοὺς συνίστησι διὰ τῶν γραμμάτων. καὶ γὰρ οὐ μικρὰ ἦν ἡ Παύλου δόξα τότε. ἀλλὰ τοσαύτη, ὡς καὶ ἀπὸ γραμμάτων μόνων πολλὴν ἔχειν τὴν προστασίαν τοὺς τῶν γραφῶν ἀπολαύοντας. βουλόμενος τοίνυν αὐτοὺς εἶναι ἐν ἀδείᾳ καὶ τιμῇ, προσεῖπεν ἕκαστον, κατὰ τὸ ἐγχωροῦν καλλωπίζων αὐτοὺς.