Ancient Greek
16.17.3 to 16.17.6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.17.3-6
Not analysed yet
Θεοδωρήτου. Εὐλογίαν δὲ, τὸν ἔπαινον ἐκάλεσε. πλὴν αἰντίττεται καὶ τινας ἐξ αὐτῶν ὑπαχθέντας. “ἐξαπατῶσι γάρ,” φησιν, “τὰς καρδίας τῶν ἀκάκων.” οὐ κακοήθειαν μέντοι ἀλλὰ ἁπλότητα ῃτιασατο. Θέλω δὲ ὑμᾶς σοφοὺς μὲν εἶναι εἰς τὸ ἀγαθὸν, ἀκεραίους δὲ εἰς τὸ κακόν. Χρυσοστόμου. Μετὰ τὸν ἔπαινον, νουθεσία. ἵνα γὰρ μὴ τῶν ἐγκλημάτων ἀπαλλάξας αὐτοὺς, ὡς λανθάνοντας ῥᾳθυμοτέρους ἐργάσηται, πάλιν αὐτῶν καθάπτεται ἀνυπόπτως. τοῦτο γὰρ αἰνιττομένου ἐστὶν, ὅτι τινὲς ἐξ αὐτῶν καὶ παρήγοντο. Γενναδίου. Βούλομαι οὖν φησιν γινώσκειν μὲν ὑμᾶς τὰ τοῖς καλοῖς ἐναντία. καὶ εἶναι πρὸς τὸ, τὸ ἀγαθὸν ποιῆσαι σοφοὺς, ἀφελεῖς δὲ καὶ ἀπανούργους ὑπάρχειν, καὶ κακίας ἁπλῶς ἀμαθεῖς. Θεοδωρήτου. Τοῦτον καὶ ὁ Κύριος τοῖς Ἀποστόλοις τὸν νόμον παρήνεγκε, “γίνεσθε,” λέγων, “φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέ- “ραιοι ὡς αἱ περιστεραί.” βούλεται δὲ καὶ ὁ δεσποτικὸς καὶ ἀποστολικὸς λόγος ἀποτίθεσθαι μὲν τὰς παρὰ τῶν δυσμενῶν προσφερομένας ἐπιβουλὰς, ἥκιστα δὲ τοὺς ἀδικοῦντας ἀμύνεσθαι.