Ancient Greek
Chapter 16, Verse 17
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.17.7
Not analysed yet
Θεοδώρου. Ἀκεραιότης μὲν γὰρ καὶ ἁπλότης ἄνευ φρονήσεως, μωρία ἐστίν. ἀκεραιότητος δὲ μὴ προσούσης, φρόνησις καθ’ ἑαυτην εἰς μωρίαν ἐκπίπτει. Ἐκ τῶν ἀσκητικῶν. Ἒστι δὲ φρόνησις μὲν καὶ σοφία τὸ μετὰ περισκέψεως κ· αὶ κατανοήσεως τοῦ δυνατοῦ καὶ τῆς εὐοδίας ποιεῖν τί. ἀκεραιότης δὲ, τὸ μηδὲ εἰς ἔννοιαν ἐλθεῖν τοῦ ἀμύνασθαι τὸν ἐπιβουλεύοντα, ἐπιμένειν δὲ τῇ εὐεργεσίᾳ κατὰ τὸ, “ὑμεῖς δὲ “τὰ ἀγαθὰ ποιοῦντες, μὴ ἐκκακεῖτε.