Ancient Greek
Chapter 16, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.3.1
Not analysed yet
Χρυσοστόμου. Τῆς γυναικὸς ταύτης καὶ τοῦ ἀνδρὸς τὴν ἀρετὴν, καὶ ὁ Λουκᾶς μαρτυρεῖ. τοῦτο μὲν, ὅταν λέγῃ, “ἔμεινε παρ’ “αὐτοῖς ὁ Παῦλος. ἦσαν γὰρ σκηνοποιοὶ τὴν τέχνην.” τοῦτο δὲ, ὅταν δεικνύῃ τὴν γυναῖκα τὸν Ἀπολλῶ προσλαμβανομένην καὶ κατηχήσασαν τὴν ὁδὸν τοῦ Κυρίου. μεγάλα μὲν οὖν κἀκεῖνα. πολλῷ δὲ μείζονα ἅ φησιν Παῦλος. πρῶτον γὰρ συνεργοὺς αὐτοὺς καλεῖ· τῶν ἀφάτων πόνων καὶ τῶν κινδύνων δεικνὺς κοινωνούς. ἔπειτα φησίν, “ὅτι ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν. εἶδες μάρτυρας ἀπηρτισμένους; καὶ γὰρ εἰκὸς ἐπὶ Νέρωνος μυρίους εἶναι τοὺς κινδύνους, ὅτε καὶ διετάξατο πάντας χωρίζεσθαι ἀπὸ τῆς Ῥώμης τοὺς Ἰουδαίους. εἰπὼν δὲ, “οἷς οὐκ ἐγὼ μόνος “εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν,” δείκνυσι τὴν φιλοξενίαν καὶ τὴν ἀπὸ τῶν χρημάτων λειτουργίαν. θαυμάζων αὐτοὺς ὅτι καὶ τὸ αἷμα αὐτῶν ἐξέχεαν, καὶ τὴν θυσίαν κοινὴν προέθηκαν ἅπασιν. ἵνα γὰρ μὴ δόξῃ κολακεύειν, λέγων ταῦτα, καὶ ἄλλους μάρτυρας ἄγει πολλῷ πλείους. οὕτω δὲ ἦσαν εὐδόκιμοι, ὅτι καὶ τὸν οἶκον αὐτῶν ἐκκλησίαν ἐποίησαν. διά τε τὸ πάντας ποιῆσαι πιστοὺς, καὶ διὰ τὸ τοῖς ξένοις αὐτὸν ἀνεῖσθαι πᾶσιν. οὐδὲ γὰρ ἁπλῶς εἴωθεν οἰκίας, ἐκκλησίας καλεῖν, εἰ μὴ πολλὴ ἡ εὐλάβεια, καὶ πολὺς ὁ τοῦ Θεοῦ φόβος ἐρριζωμένος ἐν αὐτῇ εἴη. διὰ τοῦτο καὶ Κορινθίοις ἔλεγεν, “ἀσπάσασθε Ἀκύλαν καὶ Πρίσ- “Κίλλαν σὺν τῆ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.” ἔνι γὰρ καὶ ἐν γάμῳ ὄντα, θαυμαστὸν εἰναι καὶ γενναῖον. οἷον καὶ οὗτοι ἐτύγχανον· καὶτοι καὶ τὸ ἐπιτήδευμα εὐτελὲς ἔχοντες. σκηνοποιοὶ γὰρ ἦσαν.