Ancient Greek
Chapter 16, Verse 3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 16.3.2
Not analysed yet
Θεοδωρήτου. Διὸ καὶ τὸ, “ἐν Χριστῷ Ἰησοῦ προστέθεικεν ὁ Ἀπόστολος, μετὰ τὸ συνεργοὺς αὐτοὺς καλέσαι. ἴνα μή τις υπολάβῃ τὴν κοινωνίαν τῆς τέχνης αἰνίττεσθαι, ὡς καὶ αὐτῶν ὄντων σκηνοποιῶν. ἀσπάζεται δὲ καὶ τὴν κατ’ οἶκον αὐτῶν ἐκκλησίαν, δηλοῦντος τοῦ λόγου τὴν τῆς εὐσεβείας αὐτῶν ὑπερβολήν. πάντας γὰρ ὡς εἰκὸς τοὺς οἰκείους τὴν ἄκραν ἀρετὴν ἐδίδαξαν, καὶ τὰς θείας λειτουργίας ἔνδον ἐπετέλουν προθύμως. τὴν δὲ Πρίσκιλλαν, καὶ Πρίσκαν ἐστὶν εὑρεῖν ἐν τοῖς βιβλίοις λεγομένην.