Ancient Greek
Chapter 7, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.14.1
Not analysed yet
Χρυσοστόμου. Ἐπειδὴ εἶπεν, ὅτι μεγάλα γέγονε κακά. καὶ ἡ ἁμαρτία δυνατωτέρα κατέστη, τῆς ἐντολῆς ἐπιλαβομένη. καὶ τοὐναντίον οὗπερ ἐσπούδαζεν ὁ νόμος ἐξέβη· καὶ εἰς πολλὴν τὸν ἀκροατὴν ἐνέβαλεν ἀπορίαν· λέγει καὶ τὸν λογισμὸν λοιπὸν καθ’ ὃν ταῦτα γέγονε· πρότερον ἀπαλλάξας τὸν νόμον τῆς πονηρᾶς ὑποψίας· ἵνα γὰρ μὴ ἀκούων, ὅτι διὰ τῆς ἐντολῆς ἡ ἁμαρτία ἀφορμὴν ἔλαβε· καὶ ὅτι ἐλθούσης αὐτῆς, ἡ ἁμαρτία ἔζησε· καὶ ὅτι δι’ αὐτῆς ἐξηπάτησε καὶ ἀπέκτεινε e, τὸν νόμον τῶν κακῶν τούτων αἴτιον νομίσῃ τίς εἶναι· πρότερον τὴν ὑπὲρ αὐτοῦ τίθησιν ἀπολογίαν, μετὰ πολλῆς τῆς περιουσίας· οὐ μόνον κατηγορίας αὐτὸν ἀπαλλάττων, ἀλλὰ καὶ ἐγκώμιον αὐτῷ πλέκων μέγιστον· καὶ τοῦτο, οὐχ ὡς αὐτὸς χαριζόμενος τίθησιν, ἀλλ’ ὡς κοινὴν εἰσφέρων ψῆφον· “οἴδαμεν γάρ,” φησι, “ὅτι ὁ νόμος πνευματικός “ἐστιν.” ὡς ἂν εἰ ἔλεγεν, ὅτι ὡμολογημένον τοῦτο καὶ δῆλον ἐστίν· ὅτι πνευματικός ἐστι. τοσοῦτον ἀπέχει ἁμαρτίας αἴτιος εἶναι f. ὁρᾷς ὅπως οὐ κατηγορίας αὐτὸν ἀπαλλάττει μόνον, ἀλλὰ καὶ ἐπαινεῖ μεθ’ ὑπερβολῆς ἁπάσης. πνευματικὸν γὰρ εἰπὼν, διδάσκαλον αὐτὸν δείκνυσιν ἀρετῆς ὄντα, καὶ κακίας πολέμιον. τοῦτο γάρ ἐστιν εἶναι πνευματικόν· τὸ, πάντων ἀπάγειν ὰμαρτημάτων· ὅπερ οὖν καὶ ὁ νόμος ἐποίει, φοβῶν, νουθετῶν, κολάζων, διορθούμενος· τὰ περὶ ἀρετῆς συμβουλεύων ἅπαντα. Θεοδρήτου. Ἢ πνευματικὸς ὁ νόμος, ὅτι θείῳ ἐγράφη πενύματι. ταύτης γὰρ μετέχων τῆς χάριτος, φησὶ, Μώσης, τὸν νόμον συνέγραψεν.