Ancient Greek
7.14.2 to 7.14.3
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.14.2-3
Not analysed yet
Κυρίλλου. Ἢ καὶ ὡς πνευματικοὺς ἀποτελῶν, τοὺς πειθομένους αὐτῷ· νοεῖται δὲ πνευματικὸς, ὁ μὴ κατὰ σάρκα ζῶν, ἀλλ’ ἑπόμενος τῆ θελήσει τοῦ Πνεύματος ἀμωμήτως. Γενναδίου. Ἐπὶ πλέον οὖν τοῦ νόμου ὑπεραπολογούμενος, φησί· “ἐπίσταμαι ὅτι ὁ νόμος πνευματικός ἐστιν. ἵνα εἴπῃ τέλειος καὶ ἀνενδεὴς, καὶ ἀρετὴν ἀπηκριβωμένην ἀπαιτῶν, ἀθανάτοις προσήκουσαν· ἀλλ’ ἐγὼ τί πάθω; θνητὴν καὶ φθαρτὴν, καὶ πολλοῖς πάθεσιν ὑποκειμένην περικείμενος σάρκα.