Ancient Greek
7.14.5 to 7.14.6
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.14.5-6
Not analysed yet
Χρυσοστόμου. Ἢ τὸ, ἐγώ φησι, τὸν ἐν τῷ νόμῳ καὶ πρὸ τοῦ νόμου πολιτευόμενον ἄνθρωπον ὑπογράφων νῦν. Θεοσωρήτου. Καὶ ὅλως, τὸν πρὸ τῆς χάριτος ἄνθρωπον εὶσάυων, πολιορκούμενον ὑπὸ τῶν παθῶν· σαρκικὸν γὰρ καλεῖ τὸν μηδέπω τῆς πνευματικῆς ἐπικουρίας τετυχηκότα· τὸ δὲ “πεπρα- “μένος ὑπὸ τὴν ἁμαρτίαν,” διὰ τῆς προφητικῆς νοήσομεν χρήσεως. “ἰδοὺ,” φησὶ, “ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε·” τοῦτο καὶ ἐνταῦθα φησί· ηὐτομόλησα πρὸς τὴν ἁμαρτίαν· καὶ ἐμαυτὸν αὐτῇ πέπρακα· ἐκδεδομένος ὥσπερ εἰς πταίσματα.