Ancient Greek
Chapter 7, Verse 14
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.14.7
Not analysed yet
Γενναδίου. Τὸ γὰρ “πεπραμένος” ἀντὶ τοῦ ὡς πεπραμένος λέγει. καὶ τοῦτο δὲ ἰδίωμα γραφικόν· τὸ δίχα τοῦ ὁμοιωματικοῦ ἐπιρρήματος, λέγειν τί τῶν προκειμένων πολλάκις. οἷον ἐστὶ καὶ τὸ, “ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον.” ἔοικε δὲ τὸ, “δοῦλοι ἦτε “τῆς ἁμαρτίας,” ἐν τοῖς ἔμπροσθεν εἰρημένον, καὶ τῷ παρὰ τῷ προφήτῃ, “τίνι ὑπόχρεως ὣν, πέπρακα ὑμᾶς. ἀλλ’ ἣ, ταῖς ἁμαρ- “τίαις ὑμῶν ἐπράθητε.” καὶ τῷ ἐν τοῖς εὐαγγελίοις λεγομένῳ, “ὁ ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἔστι τῆς ἅμαρτ”’ ὄντως γὰρ, ὦτ’ τίς ἥττηται, τούτω καὶ δεδούλωται.