Ancient Greek
Chapter 7, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.15.10
Not analysed yet
Φωτίου. Σὺ δέ μοι οὕτω διαλεύκανον τὰ ῥητά. μετὰ τὸ πραθῆναι καὶ γενέσθαι ὑπὸ τὴν ἁμαρτίαν τὸν ἄνθρωπον, οὐ γινώσκει ὃ κατεργάζεται· τῆς συνηθείας τῆς αἰσχρᾶς, παντελῶς αὐτοῦ κυριευσάσης· καὶ μὴ συγχωρούσης εἰδέναι ὅτι κακόν ἐστιν ὃ πράσσει. διὸ καὶ ὃ ἐμίσει ἃν, εἰ ἄπρακτος καὶ ἐλεύθερος ἦν· καὶ ὃ οὐκ ἃν εἵλετο, τοῦτο καὶ αἱρεῖται. πεπραμένος ἤδη ὣν καὶ πράττει. εἰ δ̀οὲ ἐλεύθερος ὣν καὶ ἄπρακτος καὶ κατὰ φύσιν, οὐκ ἃν εἱλόμην ἃ νῶν ποιῶ, συμμαρτυρῶ τῷ νόμῳ ὅτι καλός· ἐκεῖνα γάρ μοι συμψηφίζεται φυγεῖν· ἃ καὶ ἐγὼ ἐν τῇ κατὰ φύσιν ἐλευθερίᾳ τυγχάνων, ἔκρινα φευκτέα εἶναι καὶ μισητά. οὐ γινώσκω οὖν, πραθεὶς δηλονοτι, οὐ γὰρ ὃ θέλω ἐλεύθερος ὣν, τοῦτο πράσσω νῦν. πεπραμένος ὤν· ἀλλ’ ὃ μισῶ ἐλεύθερος ὣν, τοῦτο ποιῶ πεπραμένος ὢν. εἰ δὲ ὃ οὐ θέλω ἐλεύθερος ὣν, τοῦτο πράσσω πεπραμένος ὣν, συμμαρτυρῶ ἐλεύθερος ὣν, ὅτι καλὸς ὁ νόμος. τὰ γὰρ αὐτὰ ἐκείνου βούλομαι, καὶ οὐχ α νυν ποίω.