Ancient Greek
7.15.8 to 7.15.9
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.15.8-9
Not analysed yet
Γενναδίου. Εἰ τοίνυν ἃ μὴ αὐτὸς θέλω ταῦτα ποιῶ, δι’ αὐτοῦ τούτου τὸ τὸν νόμον εἶναι καλὸν, καθομολογῶ· ἃς γὰρ ἐκεῖνος κακίζων πράξεις ἀπαγορεύει μοι, τούτων καὶ αὐτὸς ἐγὼ κατέγνωκα. κἂν μετίω τοῖς ἔργοις αὐτά. Θεοδωρήτου. Καὶ αὐτὸ δὲ τὸ μῖσος, ὃ περὶ τὴν ἁμαρτίαν ἔχω, παρὰ τοῦ νόμου λαβὼν ἔχω· οὐκοῦν συνηγορῶ τῷ νόμῳ, καὶ εὖ αὐτὸν ἔχειν ὁμολογῶ.