Ancient Greek
Chapter 7, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.15.3
Not analysed yet
Θεοδώρου Μονάχου. Οὔκουν ὡς ἀγνοῶν μετὰ τὸν νόμον τὴν ἁμαρτίαν, τὸν νόμον λέγει ὅτι καλός· ἀλλὰ ἀντὶ τοῦ, πῶς αὐτὴν ποιῶ. ἢ πῶς ὑποκλέπτομαι, καὶ οὐκ αἰσθάνομαι· οἷον πολλάκις κρίνας κρατῆσαι θυμοῦ, ἡττήθην· καὶ θυμωθεὶς, ἔπραξα, ἃ μὴ ἐβουλόμην. ὥσπερ ὑπὸ δεσπότου τινὸς τῆς ἁμαρτίας ταττόμενος. ᾗ ἐμαυτὸν πέπρακα. οὐχ ἑαυτοῦ δὲ κατηγορεῖ, ἀλλὰ τὸν καινὸν ἄνθρωπον ἐν ἑαυτῷ ὑπογράφει, τὸ φορτικὸν ἐφ’ ἑτέρου τάξαι παραιτούμενος. καὶ δείκνυσιν ὅτι ὅσοι ὑπὸ νόμον ἐσμὲν, ὀρεγόμεθα μὲν τῆς ἀρετῆς, ἡττώμεθα δὲ ἡδονῆς. οὐ μὴν ὅσοι ὑπὸ χάριν, ὡς δι’ αὐτὴν ἔξω γεγονότες ἁμαρτίας. ὑφ’ ἧς οὐ κατεχόμεθα, ἐὰν μὴ δράμωμεν εἰς αὐτήν.