Ancient Greek
Chapter 7, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.15.4
Not analysed yet
Θεοδωρήτου. Καὶ εἰκότως ἀγνοεῖν φησι· ὁ γὰρ ἡττώμενος ὑπὸ τῆς ἡδονῆς, καὶ μέν τοι καὶ τῆς ὀργῆς τῷ πάθει μεθύων, οὐκ ἔχει σαφῆ τὴν γνῶσιν τῆς ἁμαρτίας· μετὰ δέ γε τὴν παῦλαν τοῦ πάθους, τὴν αἴσθησιν δέχεται τοῦ κακοῦ· τὶ δὲ, “οὐ γὰρ ὃ θέλω, “τοῦτο πράσσω. ἀλλ’ ὃ οὐ θέλω, τοῦτο ποιῶ,” κατόρθωμα ἐμφαίνει τοῦ νόμου· τὸ διδάξαι τι τὸ κακόν. καὶ μῖσος ἐνθεῖναι τῇ ψυχῇ κατὰ τούτου. τὸ μέν τοι “ὃ οὐ θέλω, καὶ ὃ μισῶ,” οὐκ ἀνάγκης ἀλλ’ ἀσθενείας δηλωτικά· οὐ γὰρ ὑπ’ ἀνάγκης τινὸς καὶ βίας ὠθούμενοι, πλημμελοῦμεν. ἀλλ’ ὑπὸ τῆς ἡδονῆς καταλεγόμενοι, ποιοῦμεν, ἅπερ ὡς παράνομα βδελυττόμεθα.