Ancient Greek
Chapter 7, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.15.5
Not analysed yet
Χρυσοστόμου. Πῶς οὖν ὁ γινώσκεις ὃ κατεργάζῃ; εἰ γὰρ θέλεις τὸ καλὸν, καὶ μισεῖς τὸ πονηρὸν, γνώσεως τοῦτο ἀπηρτισμένης ἐστίν. ὅθεν δῆλον, ὅτι καὶ τὸ, “οὐ Θέλω” εἴρηκεν, οὐ τὸ αὐτεξούσιον ἀναιρῶν, οὐδὲ ἀνάγκην τινὰ εἰσάγων βεβιασμένην. εἰ γὰρ οὐχ ἑκόντες ἀλλ’ ἀναγκαζόμενοι ἡμαρτάνομεν, πάντα τὰ τῶν κολάσεων τῶν ἔμπροσθεν γεγενημένων, οὐκ ἃν ἔχοι λόγον. ἀλλ’ ὥσπερ “οὐ γινώσκω” εἰπών· οὐκ ἄγνοιαν ἐνέφηνεν· ἀλλ’ ἅπερ εἰρήκαμεν, οὕτω καὶ τὸ, “οὐ θέλω” προσθεὶς, οὐκ ἀνάγκην ἐδήλωσεν, ἀλλὰ τὸ μὴ ἐπαινεῖν τὰ γινόμενα· ἐπεὶ εἰ μὴ ἦν τοῦτο δηλώσας, τῷ εἰπεῖν “ὃ οὐ θέλω, τοῦτο πράσσω,” ἐπήγαγεν ἃν, ἀλλ’ ὃ ἀναγκάζομαι καὶ βιάζομαι, τοῦτο ποιὼ τοῦτο γὰρ τῷ θέλει, καὶ τῇ ἐξουσίᾳ ἀντίκειται· νυνὶ δὲ οὐ τοῦτο εἴρηκεν· ἀλλ’ ἀντὶ τούτου, τὸ “μισῶ” τέθεικεν· ἵνα μάθῃς, ὅτι καὶ ἐν τῷ εἰπεῖν οὐ θέλω, οὐ τὴν ἐξουσίαν ἀνεῖλε. τι οὐν ἐστιν “οὐ θέλω;” ὃ μὴ ἐπαινῶ· ὃ μὴ ἀποδέχομαι· ὃ μὴ φιλῶ.