Ancient Greek
Chapter 7, Verse 15
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.15.7
Not analysed yet
Χρυσοστόμου. Εἰπών γε μὴν “εἰ δὲ ὃ οὐ θέλω τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλὸς,” δείκνυσι τέως τὴν διάνοιαν οὐ διεφθαρμένην. ἀλλὰ καὶ ἐν τῇ πράξει τὴν οἰκείαν διατηροῦσαν εὐγένειαν. εἰ γὰρ καὶ μετέρχεται τὴν κακίαν, ἀλλὰ μισοῦσα μετέρχεται· ὃ καὶ τοῦ φυσικοῦ νόμου καὶ τοῦ γραπτοῦ μέγιστον ἐγκώμιον ἃν εἴη. ὅτι γὰρ καλὸς ὁ νόμος φησὶ, δῆλον ἐξ ὧν ἐμαυτου κατηγόρων παρακούω του νόμου, καὶ μισῶ τὸ γεγενημένον. καὶ τοι εἰ ἁμαρτίας αἴτιος ἦν ὁ νόμος, πῶς αὐτῷ συνηδόμενος τὸ παρ’ αὐτοῦ κελευόμενον γενέσθαι ἐμίσει;