Ancient Greek
Chapter 7, Verse 17
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.17.2
Not analysed yet
Θεοδωρήτου. Καὶ σκόπει πῶς τοῦτο γίνεται· ἄρχειν τοῦ τε θυμοῦ καὶ τῆς ἐπιθυμίας ὁ νοῦς ἐτάχθη παρὰ Θεοῦ, ἐν ἐμοὶ, καὶ κυβερνᾶν τὰ μετὰ τὴν παράβασιν ταύτην καὶ διεξάγειν καλῶς· νήφων μὲν οὖν καὶ σωφρονῶν τοῦτον ἰθύνει τὸν τρόπον αὐτά· ἀμελήσας δὲ ὑποκύπτει σφίσι μᾶλλον αὐτὸς, καὶ κατακυριεύεται ὑπ’ αὐτῶν· καὶ πρὸς τὰ φαῦλα καθέλκεται· ἅπερ αὐτὸς μὲν οὐ λέγεται κατεργάζεσθαι· ἐπειδὴ μισεῖ τὸ γινόμενον. ἡ δὲ τῶν παθῶν δεσποτεία καὶ δουλεία αὐτοῦ, ἣν ἁμαρτίαν ὁ Παῦλος ἐκάλεσε, ταύτην ἔχει τὴν πρᾶξιν· διὸ καὶ μὴ οἰκεῖν φησὶν ἐν τῇ σαρκὶ ἀγαθὸν, διὰ τὴν τῶν παθῶν ἐπικράτειαν. ἃ ἐπεισήγαγε μὲν θνητὸν τὸ σῶμα γεγενημένον· ηὔξησε δὲ τοῦ νοῦ ῥαθυμία. καί τοι τὴν περὶ τὰ καλὰ προθυμίαν ἀπὸ τῆς τοῦ νόμου διδασκαλίας προσέλαβον. ἀσθενῶ δὲ ὅμως περὶ τὴν πρᾶξιν, ἑτέραν ἐπικουρίαν οὐκ ἔχων·