Ancient Greek
Chapter 7, Verse 17
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.17.3
Not analysed yet
Κυρίλλου. Ἐνίησι δὲ πάλιν τῆς θεωρίας τὸ ἀκριβὲς τῇ τοῦ σώματος φύσει· καὶ τῶν ἐνόντων αὐτῷ φυσικῶν ἀρρωστημάτων τὴν δύναμιν κατασκέπτεται. αἱ τε γὰρ ὀρέξεις αἱ πρὸς πᾶν ὁτιοῦν ἀποκομίζουσαι· καὶ τῆς φιληδόνου ζωῆς τὰ ἐγκλήματα, πηγὴν ἔχουσι τὴν σάρκα· καὶ καταστρατεύονται τοῦ πνεύματος· καὶ ἀνθέλκουσι πρὸς τὰ αἰσχίω· καὶ τοι φιλελεύθερον ὄντα τὸν νοῦν καὶ καυχώμενον ἐπ’ ἀρετῇ. διὸ καὶ εἰς ἀπόδειξιν τοῦ κατηγορεῖσθαι τὴν σάρκα δεινῶς ὠδίνουσαν ἐν ἑαυτῇ τὴν ἁμαρτίαν, λέγει τὸ παρακεῖσθαι μὲν ἡμῖν τὸ ἀγαθὸν, μὴ μὴν ἔτι καὶ δύνασθαι διαπεραίνειν αὐτό· καταβιάζεται γὰρ εἰς ἀβούλητον ἐκτροπὴν καὶ οὐχ ἑκόντα τὸν νοῦν· οὐκοῦν ὅσον ἧκεν εἴς γε τὸ αὐτῷ δοκοῦν, ἦν ἃν ἔξω ἁμαρτίας. ἐπειδὴ δὲ δυσδιάφυκτον ὑπομένει πλεονεξίαν, εἴη ἂν εἰκότως οὐκ αὐτοῦ δὴ μᾶλλον· ἀλλὰ τοῦ πλεονεκτοῦντος ἡ αἰτία· ταύτῃ τοι φησί· “εἰ δὲ ὃ οὐ θέλω ἐγὼ, τοῦτο ποιῶ, οὐκέτι “ἐγὼ κατεργάζομαι αὐτό· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία.” Εἴποι δὲ ἄν τις, ἆρα εἰ τινες τῶν ἀλιτηρίων βαρβάρων πόλιν ἢ χώραν καταδῃώσαντες, εἶτα δορυκτήτους τῶν ἐνοικούντων ἑλόντες τινὰς τὸν τῆς δουλείας αὐτῶν ἐπιτιθεῖεν ζυγόν· οἱ δὲ τοῦτο πεπουθότες ὡς ἐξ ἀναγκαίου δεσμοῖς τοῖς τῶν κρατούντων εἴκοιεν νόμοις, μώμου καὶ γραφῆς εῖεν ἂν ἄξιοι· ὅτι μήτε ἀμείνους τῆς ἀνάγκης εἰσί· μήτε μὴν τὸ σφίσιν αὐτοῖς ἡδὺ διαπεραίνειν σπουδάζουσι· τῆς τῶν τετυραννηκότων ἀλογήσαντες ἐξουσίας; ἀλλ’ οὐκ ἃν οῖμαί τις αὐτοὺς εἰκότως διαμωμήσαιτο· οὐ γὰρ ἐξὸν ἀνεῖσθαι δουλεύουσιν· εἴκουσι δὲ, ὡς ἔφην, ταῖς ἀβουλήτοις συμφοραῖς. ἀλύοντες μὲν, ὅτι τῆς ἐλευθερίας ἐστέρηνται, τοῖς γε μὴν ἀλκιμωτέροις ἐξ ἀνάγκης ἡττῶ μένοι· καὶ οὐχ ἑκόντες δουλεύουσιν· ἀλλ’ εἶπέρ ἐστι τοῦτο τοῦ εἰκότος οὐ μακρὰν, ἀπηλλάχθω γραφῆς ὁ ἀνθρώπινος νοῦς ἐπὶ τοῖς τῆς σαρκὸς ἀρρωστήμασιν. ἀλλ’ ἦν ἐπ’ αὐτῷ, φησὶν, καὶ τὸ μὴ ἑλέσθαι δρᾶν. ἔχει γὰρ αὐτὸς τὰς τῶν θελημάτων ἡνίας. οὐκοῦν ἔστω καὶ πλεονεξίας ἀμείνων καὶ ἀτυράννευτος ἁμαρτίαις. εἰ δὲ δύσοιστος καὶ οὐκ εὐάντητος ἡ τῆς σαρκὸς φύσις· κατεξανιστᾶσα τῷ νῷ τὴν ἀτίθασσον ἡδονήν· ἀργότερος δὲ πρὸς ἐπικουρίαν ὁ νόμος. οὐ γὰρ ἔχει τὸ δύνασθαι νεκροῦν ἁμαρτίας, οὐκ ἃν ἐγκαλέσειέ τις δικαίως, ὅτι μὴ δρᾷ τὸ ἄμεινον, τὰ αἰσχίω μεθείς. κἂν εἰ ἔχοι τυχὸν τὰς τῶν ἐν ἡμῖν θελημάτων ἤνιας.