Ancient Greek
Chapter 7, Verse 17
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.17.5
Not analysed yet
Οἰκουμενίου. τάχα δὲ καὶ τὸ, “οὐκ οἰκεῖ ἐν ἐμοὶ ἀγαθὸν,” τὸ αὐτεξούσιον δείκνυσι. καὶ ὅτι ὁ ἄνθρωπος κύριος τῆς ἐπ’ ἄμφω τό τε ἀγαθὸν καὶ τὸ κακὸν ῥοπῆς· τὸ γὰρ “οὐκ οἰκεῖ” ταὐτὸν εἴποι ἄν τις, τῷ, οὐκ ἀποκληρωμένον καὶ ἀνάγκη τινὶ παραμένον ἔχω τὸ πράττειν τὰ ἀγαθά· ὥς τε καὶ πρὸς βίαν ἀφέλκειν με τῶν κακῶν. τοῦτο γὰρ ἡ οἴκησις· ἡ εἰς ἀεὶ διαμονὴ, καὶ οἷον ἐγκάθισις. ἐπὶ μέν τοι τοῦ ἀγαθοῦ, οὐκ εῖπεν οἴκησιν· ἐπὶ δὲ τῆς ἁμαρτίας, εῖπεν· ἐκ γὰρ τοῦ διαμαρτάνειν λοιπὸν, εἰς ἕξιν τινὰ τῆς ἁμαρτίας ἤλθομεν· ἡ δὲ ἕξις, ἴση τῇ φύσει γίνεται. καὶ οὐκ εἶπεν ἡ ἐρριζωμένη ἐν ἐμοὶ ἁμαρτία· τὸ ἐμπεφυκὸς κακόν· ἀλλ’ ἡ οἰκοῦσα ἐν ἐμοὶ ἁμαρτία. ἵνα μηδεὶς φυσικὴν τὴν ἁμαρτίαν νομίσῃ. ἀλλ’ ὥσπερ ἐπὶ οἰκήτορος, ὡς εἰσῆλθεν ἐξελθεῖν δυναμένην. τὸ δ᾿ αὐτὸ καὶ συνηγορία τοῦ σώματος, οὐ γὰρ ἡ τῶν οἰκούντων κακία, τῆς φύσεως τοῦ οἴκου διαβολή· τί γὰρ παρὰ τὸν οἶκον, εἰ λῃστὴς ἐν αὐτῶ τίς κατοικεῖ;