Ancient Greek
Chapter 7, Verse 17
Catenae (Novum Testamentum), Catena In Epistulam Ad Romanos (typus Monacensis) 7.17.4
Not analysed yet
Χρυσοστόμου. Ἀλλ᾿ ἐνταῦθα ἐπιτίθενται ἡμῖν οἱ τὴν σάρκα διαβάλλοντες, καὶ τῆς τοῦ Θεοῦ δημιουργίας ἀλλοτριοῦντες. τι οὖν ἃν εἴποιμεν; ἃ καὶ περὶ τοῦ νόμου πρώην διαλεγόμενοι εἰρήκαμεν. ὅτι ὥσπερ ἐκεῖ τὸ πᾶν τῆς ἁμαρτίας εἶναι φησὶ, οὕτω καὶ ἐνταῦθα· οὐ γὰρ εἶπεν ὅτι ἡ σὰρξ αὐτὸ κατεργάζεται· ἀλλὰ καὶ τοὐναντίον ὅτι οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό ”εἰ δὲ λέγοι ὅτι οὐκ οἰκεῖ ἐν αὐτῇ ἀγαθὸν, οὔπω τοῦτο ἔγκλημα τῆς σαρκός. οὐ γὰρ τὸ μὴ οἰκεῖν ἀγαθὸν ἐν αὐτῇ, πονηρὰν αὐτὴν δείκνυσιν οὖσαν. ἡμεῖς δὲ ἐλάττονα μὲν τῆς ψυχῆς ὁμολογοῦμεν εῖναι τὴν σάρκα, καὶ καταδεεστέραν· οὐ μὴν ἐναντίαν οὐδὲ μαχομένην οὐδὲ πονηράν· ἀλλ’ ὡς κιθάραν κιθαριστῇ, καὶ ὡς ναῦν κυβερνήτῃ, οὕτως αὐτὴν ὑποκεῖσθαι τῇ ψυχῇ· ἅπερ οὐκ ἐναντία τοῖς ἄγουσι καὶ χρωμένοις ἐστίν ἀλλὰ καὶ σφόδρα συμβαίνοντα· οὐ μὴν ὁμότιμα τῷ τεχνίτῃ· ὥσπερ οὖν ὁ λέγων, ὅτι οὐκ ἐν τῇ κιθάρᾳ· οὐδ’ ἐν τῇ νηὶ ἡ τέχνη· ἀλλ’ ἐν τῷ κυβερνήτῃ καὶ τῷ κιθαρῳδῷ· οὐ τὰ ὄργανα διέβαλεν· ἀλλὰ τὸ μέσον τὸ πρὸς τὸν τεχνίτην ἔδειξεν· οὕτω καὶ ὁ Παῦλος εἰπὼν ὅτι “οὐκ οἰκεῖ ἐν τῇ σαρκί “μου ἀγαθόν·” οὐ τὸ σῶμα διέβαλεν· ἀλλὰ τὸ ὑπερέχον τῆς ψυχῆς ἔδειξεν. αὕτη γάρ ἐστιν ἡ τὸ πᾶν ἐγκεχειρισμένη τῆς κυβερνήσεως καὶ τῆς κιθαρῳδίας· ὅπερ καὶ Παῦλος ἐνταῦθα δείκνυσι τὸ κῦρος τῆς ψυχῆς τιθέμενος, καὶ εἰς δύο ταῦτα τὸν ἄνθρωπον διελὼν, ψυχήν τε καὶ σῶμα· λέγει ὅτι ἀλογωτέρα μέν ἐστιν ἡ σὰρξ, καὶ συνέσεως ἔρημος, καὶ τῶν ἀγομένων ἀλλ’ οὐ τῶν ἀγόντων· σοφωτέρα δὲ ἡ ψυχὴ, καὶ τὸ πράττειν καὶ τὸ μὴ πράττειν συνιδεῖν δυναμένη· οὐ μὴν ἀρκοῦσα πρὸς τὸ τὸν ἵππον ἄγχειν h ὡς ἤρηται· ὅπερ οὐ τῆς σαρκὸς μόνον, ἀλλὰ καὶ τῆς ψυχῆς γένοιτ’ ἃν ἔγκλημα· εἰδυίας μὲν ἅπερ δεῖ πράττειν, οὐκέτι δὲ εἰς ἔργον ἐκφερούσης τὰ δόξαντα.